Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.228 Joseph. AJ 1.233 (English) >>Joseph. AJ 1.237

1.231μετʼ εὐχῶν τε καὶ ἱερουργίας ἐκείνου ψυχὴν τὴν σὴν προσδεξομένου καὶ παρʼ αὐτῷ καθέξοντος· ἔσῃ τʼ ἐμοὶ εἰς κηδεμόνα καὶ γηρωκόμον, διὸ καὶ σὲ μάλιστα ἀνετρεφόμην, τὸν θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος.” 1.232

Ἴσακος δέ, πατρὸς γὰρ ἦν οἵου τετυχηκότα γενναῖον ἔδει τὸ φρόνημα εἶναι, δέχεται πρὸς ἡδονὴν τοὺς λόγους καὶ φήσας, ὡς οὐδὲ γεγονέναι τὴν ἀρχὴν ἦν δίκαιος, εἰ θεοῦ καὶ πατρὸς μέλλει κρίσιν ἀπωθεῖσθαι καὶ μὴ παρέχειν αὑτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως, ὅτε καὶ μόνου τοῦ πατρὸς ταῦτα προαιρουμένου μὴ ὑπακούειν ἄδικον ἦν, ὥρμησεν ἐπὶ τὸν βωμὸν καὶ τὴν σφαγήν. 1.233κἂν ἐπράχθη τὸ ἔργον μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ· βοᾷ γὰρ ὀνομαστὶ τὸν Ἅβραμον εἴργων τῆς τοῦ παιδὸς σφαγῆς. οὐ γὰρ ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ παιδὸς ἔλεγεν, οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸς ἀφελέσθαι τούτου βουλόμενος μετὰ τοιαύτης ἀσεβείας, ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ τὴν διάνοιαν, εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούοι. 1.234μαθὼν δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπιμελείας καὶ τὸ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτοῦ πολυχρονιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις παραδώσειν μεγάλην ἡγεμονίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.228 Joseph. AJ 1.233 (English) >>Joseph. AJ 1.237

Powered by PhiloLogic